Ancient Greek · ~4 min
Book 1, Chapter 2, lines 1.2.125-1.2.127
Babrius, Fabulae Aesopeae 1.2.125-127
Not analysed yet
Ὄνος τις ἀναβὰς εἰς τὸ δῶμα καὶ παίζων
τὸν κέραμον ἔθλα, καί τις αὐτὸν ἀνθρώπων
ἐπιδραμὼν κατῆγε τῷ ξύλῳ παίων.
ὁ δʼ ὄνος πρὸς αὐτόν, ὡς τὸ νῶτον ἠλγήκει,
„καὶ μὴν πίθηκος ἐχθές“ εἶπε καὶ πρώην
ἔτερπεν ὑμᾶς αὐτὸ τοῦτο ποιήσας. “
Ὁδοιπορῶν ἄνθρωπος εἰς ἐρημαίην
ἑστῶσαν εὗρε τὴν Ἀληθίην μούνην,
καί φησιν αὐτῇ „διὰ τίνʼ αἰτίην, γραίη,
τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίην ναίεις; “
ἣ δʼ εὐθὺ πρὸς τάδʼ εἶπεν ἡ βαθυγνώμων·
„ὅτι πρὸ τοῦ μὲν παῤ ὀλίγοισιν ἦν ψεῦδος,
νῦν δʼ εἰς ἅπαντας ἐξελήλυθʼ ἀνθρώπους. “
Ὁ Ζεὺς τὸν Ἑρμῆν ὀστράκοισιν ἐγγράψαι
ἁμαρτίας τε κἀδικήματʼ ἀνθρώπων
ἐκέλευσε κἀς κιβωτὸν αὐτὰ σωρεύειν
σταθεῖσαν αὐτοῦ πλησίην, ἐρευνήσας
ὅπως ἑκάστου τὰς δίκας ἀναπράσσῃ.
τῶν ὀστράκων δὲ κεχυμένων ἐπʼ ἀλλήλοις
τὸ μὲν βράδιον τὸ δὲ τάχιον ἐμπίπτει
εἰς τοῦ Διὸς τὰς χεῖρας, εἴ ποτʼ εὐθύνοι.
τῶν οὖν πονηρῶν οὐ προσῆκε θαυμάζειν
ἢν θᾶσσον ἀδικῶν ὀψέ τις κακῶς πράσσῃ.