Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.128
Not analysed yet
Ὄϊς τις εἶπε πρὸς νομῆα τοιαῦτα·
„κείρεις μὲν ἡμᾶς, καὶ πόκους ἔχεις κέρσας,
τὸ γάλα δʼ ἀμέλγων ἔστι σοι φίλον πῆξαι,
ἡμῶν δὲ τέκνα μῆλά σοι περισσεύει.
πλέον οὐδὲν ἡμῖν· ἀλλὰ χἠ τροφὴ γαίης
ἅπασ᾿ —ἐν ὄρεσι δʼ εὐθαλὲς τί γεννήσει; —,
βοτάνη τʼ ἀραιὴ καὶ δρόσου γεμισθεῖσα·
τὴν κύνα δὲ φέρβεις ἧμιν ἐν μέσοις ταύτην
τρέφων ὁποῖα σαυτὸν εὐθαλεῖ σίτῳ. “
ταῦθʼ ὡς ἤκουσεν ἡ κύων ἔφη τοῖα·
„εἰ μὴ παρήμην κἀν μέσοισι πωλεύμην,
οὐκ ἄν ποθʼ ὑμεῖς ἔσχετʼ ἄφθονον ποίην·
ἐγὼ δὲ περιτρέχουσα πάντα κωλύω
δρηστῆρα λῃστὴν καὶ λύκον διωκτῆρα. “