Ancient Greek · ~4 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.129
Not analysed yet
Ὄνον τις ἔτρεφε καὶ κυνίδιον ὡραῖον.
τὸ κυνίδιον δʼ ἔχαιρε παῖζον εὐρύθμως,
τὸν δεσπότην τε ποικίλως περισκαῖρον·
κἀκεῖνος αὖ κατεῖχεν αὐτὸ τοῖς κόλποις.
ὁ δʼ ὄνος γʼ ἔκαμνεν ἑσπέρης ἀλετρεύων
πυρὸν φίλης Δήμητρος, ἡμέρης δʼ ὕλην
κατῆγʼ ἀφʼ ὕψους, ἐξ ἀγροῦ θʼ ὅσων χρείη·
καὶ μὴν ἐν αὐλῇ παρὰ φάτναισι δεσμώτης
ἔτρωγε κριθὰς χόρτον, ὥσπερ εἰώθει.
δηχθεὶς δὲ θυμῷ καὶ περισσὸν οἰμώξας,
σκύμνον θεωρῶν ἁβρότητι σὺν πάσῃ,
φάτνης ὀνείης δεσμὰ καὶ κάλους ῥήξας
ἐς μέσσον αὐλῆς ἦλθεν ἄμετρα λακτίζων.
σαίνων δʼ ὁποῖα καὶ θέλων περισκαίρειν,
τὴν μὲν τράπεζαν ἔθλασ᾿ ἐς μέσον βάλλων
ἅπαντα δʼ εὐθὺς ἠλόησε τὰ σκεύη·
δειπνοῦντα δʼ ἰθὺς ἦλθε δεσπότην κύσσων,
νώτοις ἐπεμβάς· ἐσχάτου δὲ κινδύνου
θεράποντες ἐν μέσοισιν ὡς τὸν ἄνδῤ εἶδον,
ἐσάωσαν αὐτὸν ἐξ ὄνου γνάθων ὄντως·
κρανέης δὲ κορύναις ἄλλος ἄλλοθεν κρούων
ἔθεινον, ὥστε καὐτὸς ὕστατʼ ἐκπνείων
„ἔτλην“ ἔλεξεν „οἷα χρή με, δυσδαίμων·
τί γὰρ παῤ οὐρήεσσιν οὐκ ἐπωλεύμην,
βαιῷ δʼ ὁ μέλεος κυνιδίῳ παρισούμην;