Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.130
Not analysed yet
Πάγης ἀλώπηξ οὐκ ἄπωθεν ἑστῶσα
βουλὰς ἐκίνει ποικίλας, τί ποιήσει.
λύκος δὲ ταύτην πλησίος θεωρήσας
ἐγγὺς προσελθὼν τὸ κρέας λαβεῖν ᾔτει.
ἣ δʼ εἶπεν· „ἧκε τῇδε καὶ δέχου χαίρων.
φίλος γὰρ εἶ μοι τῶν ἄγαν ἀναγκαίων. “
ὃ δʼ ἀθρόως ἐπῆλθεν· ὡς δὲ προσκύψας
τὸ σκυτάλιον τʼ ἔσεισε καὶ χαλασθείσης
ῥάβδου μέτωπα σύν τε ῥῖνας ἐπλήγη,
„ἀλλʼ εἰ τοιαῦτα“ φησί „τοῖς φίλοις δώσεις
τὰ δῶρα, πῶς σοί τις φίλος συναντήσει; “