Ancient Greek · ~4 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.136
Not analysed yet
Υἱὸν μονογενῆ δειλὸς εἶχε πρεσβύτης
γενναῖον ἄλλως καὶ θέλοντα θηρεύειν.
τοῦτον καθʼ ὕπνους ὑπὸ λέοντος ᾠήθη
θανόντα κεῖσθαι· καὶ φοβούμενος μήπως
ὕπαρ γένηται καὶ τὸ φάσμʼ ἀληθεύσῃ
κάλλιστον οἶκον ἐξελέξατʼ ἀνδρῶνα
ὑψηλὸν ἠϋδμητὸν ἡλίου πλήρη,
κἀκεῖ τὸν υἱὸν παρεφύλασσε συγκλείσας.
χὤπως ἔχῃ τι βουκόλημα τῆς λύπης
ἐνέθηκε τοίχοις ποικίλας γραφὰς ζῴων,
ἐν οἷς ἅπασι καὶ λέων ἐμορφώθη.
ὁρῶντα δʼ αὐτὸν μᾶλλον εἶχεν ἡ λύπη.
καὶ δή ποθʼ ἑστὼς τοῦ λέοντος οὐ πόρρω
„κάκιστε θ(ηρῶν)“ εἶπεν, ,,ὡς σὺ τὸν ψεύστην
ὄνειρον ἄλλως ὄμμασιν πατρὸς δείξας
ἔχεις με φρουρῇ πε(ριβα)λὼν γυναικείῃ.
τί δή ’πὶ σοὶ λόγοισιν εἶμι, κοὐκ ἔργον
ποιῶ βίαιον; “τῷ δὲ φρουρίου τοίχῳ
ἐπέβαλε χεῖρας τὸν λέοντα τυφλώσων,
σκόλοψ ἀποσχισθείς δὲ τοῦ ξύλου τούτῳ
ἔδυν᾿ ὑπʼ ὄνυχα, χὠ πατὴρ καθαιμώδους
φλογώσεως τὰς σάρκας εὐθὺς εἰσδύσης
ἅπαντα ποιῶν ἤνυσ᾿ οὐδὲν ὁ τλήμων·
θέρμη δʼ ἐπʼ αὐτοῖς υἱὸν ἄχρι βουβώνων
ἀνῆψεν ὥστε τὸν βίον τελευτῆσαι.
ὁ λέων δὲ καίπερ γραπτὸς ὢν ἀνῃρήκει
πατρὸς σοφισμῷ μηδὲν ὠφεληθέντα.
ὁ πρέσβυς οὕτως οὐκ ἔσωσε τὸν παῖδα
φυλακῇ στέγων, μέλλοντα νέον ἀπο θνήσκειν, |