Ancient Greek · ~4 min
Book 1, Chapter 2, lines 1.2.137-1.2.140
Babrius, Fabulae Aesopeae 1.2.137-140
Not analysed yet
Ὄνυξιν ἄρας ἄρνα λιπαρὸν ἐκ ποίμνης
ἤ (νεγκε παισὶν δεῖπνον αἰετὸς δώσειν·
τὸ δʼ αὐτὸ πράξειν καὶ κολοιὸς ὡρμήθη.
καὶ δὴ καταπτὰς ἀρνὸς ἐσχέθη νώτοις
„δίκην δʼ ἀνοίης“ εἶπεν „ἀξίως τίνω·
τί γὰρ ὢν κολοιὸς αἰετοὺς ἐμιμούμην; “
Πέρδικά τις γεωργὸς ὃν τεθηρεύκει
θύειν ἔμελλεν ἑσπέρης (τι) δειπνήσων.
τὸν δʼ ἱκέτευε ταῦτα· „μή 〈σὺ〉 ποιήσῃς·
πολλὰς ἐγώ σοι“, φησί „δέσποτʼ, ἢν ζήσω,
πέρδικας ἄλλας ἀντʼ ἐμοῦ κυνηγήσω
κάπατῶν
„μᾶλλόν σʼ ἐγὼ διʼ αἰτίην καλὴ(ν θύσ),
ὅτι τοὺς συναίμους καὶ φίλους ἐνεδρεύεις. “
Ὄνος λεοντῆν ἰσχίοις ἐφαπλώσας
ἔφασκεν εἶναι πᾶσι φοβερὸς ἀνθρώποις·
σκιρτῶν δʼ ἐπήδα, καὶ φυγὴ μὲν ἀνθρώπων
διʼ αὐτὸν ἦν, φυγὴ δὲ ποιμνίων πάντων.
ἀνέμου δʼ ἀέντος, τῆς δορῆς δὲ τοῦ νώτου
ἀποῤῥυείσης ὄνος ἐὼν ἐφωράθη.
καί τις πρὸς αὐτὸν εἶπε τῷ ξ(ύλῳ παί)ω(ν·
„ὄνος πεφυκὼς (μὴ λέοντα μιμήσῃ. “
Χειμῶνος ὥρῃ σῖτον ἐκ μυχοῦ σύρων
ἔψυχε μύρμηξ, ὃν θέρους σεσωρεύκει.
τέττιξ δὲ τοῦτον ἱκέτευε λιμώττων
δοῦναί τι καὐτῷ τῆς τροφῆς, ὅπως ζήσῃ.
„τί οὖν ἐποίεις“ φησί „τῷ θέρει τούτῳ; “
„οὐκ ἐσχόλαζον, ἀλλὰ διετέλουν ᾄδων.
γελάσας δʼ ὁ μύρμηξ τόν τε πυρὸν ἐγκλείων
„χιμῶνος ὀρχοῦ“ φησίν, „εἰ θέρους ηὔλεις. “