Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.141
Not analysed yet
Γάλλοις ἀγύρταις εἰς τὸ κοινὸν ἐπράθη
ὄνος τις οὐκ εὔμοιρος ἀλλὰ δυσδαίμων,
ὅστις φέρῃ πτωχοῖσι καὶ παντουργοῖσιν
πείνης ἄκος δίψης τε καὶ τὰ τῆς τέχνης.
οὗτοι δὲ κύκλῳ πᾶσαν ἐξ ἔθους κώμην
περιιόντες ἔλεγον ᾖα· τίς γὰρ ἀγροίκων
οὐκ οἶδεν Ἄττιν λευκὸν ὡς ἐπηρώθη;
τίς οὐκ ἀπαρχὰς ὀσπρίων τε καὶ σίτων
ἁγνῷ φέρων δίδωσι τυμπάνῳ Ῥείης;
εἰ μὴ γὰρ ὑμεῖς στελεὰ πάντʼ ἐγεννᾶτε
οὐκ ἂν γεωργὸς πέλεκυν ἐν δόμοις εἶχεν.