Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.155
Not analysed yet
Πρῶτον λέγουσι ζῷα πάντα πλασθῆναι
καὶ χαρισθῆναι αὐτοῖς παρὰ τοῦ θεοῦ τῷ μὲν ἀλκήν, τῷ
δὲ τάχος, τῷ δὲ πτερά. τὸν δὲ ἄνθρωπον γυμνὸν ἑστῶτα
εἰπεῖν· „ἐμὲ μόνον καταλιπεῖν ἔρημον χάριτος· “τὸν δὲ Δία
εἰπεῖν· „ἀνεπαισθήτως (e?) εἶ τῆς δωρεᾶς καίτοι τοῦ μεγίστου
ὃς παρὰ θεοῖς δύναται καὶ παῤ ἀνθρώποις
τετυχηκώς· λόγον γὰρ ἔχεις λαβών,
τῶν δυνατῶν δυνατώτερος καὶ τῶν ταχίστων ταχύτερος. “
καὶ τότε ἐπιγνοὺς τὸ δῶρον ὁ ἄνθρωπος προσκυνήσας καὶ
εὐχαριστήσας (e) ᾤχετο.