Ancient Greek
Book 1, Chapter 2, lines 1.2.161-1.2.173
Babrius, Fabulae Aesopeae 1.2.161-173
Not analysed yet
ª Ὁ Ζεὺς δήποτε αἰτούσῃ τῇ καμήλῳ
κέρατα ἔχειν καὶ τοσαῦτα λεγούσῃ·
„λύπη μοι πολὺ ὑπάρχει διὰ τοῦτο· “
οὐκ ἐπέδωκεν, ἀλλά γε καὶ τῶν ὤτων
ἀπεστέρησε πολλὰ αὐτὸς χωλάνας.
a Καί τις ἄμπελος τοῦ ποταμοῦ πλησίον
εἶχεν ἐπʼ αὐτῇ τὸν φραγμὸν ἐκ παλούρων,
τοῦ δὲ ποταμοῦ ἐξ ὄμβρων φυσηθέντος
ᾖρε τὸν φραγμὸν καὶ καθελὼν ἀπῄει.
τοῖς δὲ παλούροις δράκων τις συνεπλάκη,
ὃς ἐφέρετο τοῦ ποταμοῦ ἐν μέσῳ.
καί τις κατιδὼν ἔφη γελάσας μέγα·
,,ἡ μὲν ναῦς κακή, ἀξία δὲ τοῦ ναύτου.