Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.18
Not analysed yet
Βορέῃ λέγουσιν ἡλίῳ τε τοιαύτην
ἔριν γενέσθαι, πότερος ἀνδρὸς ἀγροίκου
ὁδοιποροῦντος τὴν σίσυρναν ἐκδύσει.
βορέης δʼ ἐφύσα πρῶτος οἷος ἐκ Θρᾴκης,
βίῃ νομίζων τὸν φοροῦντα συλήσειν·
ὃ δʼ οὐ μεθῆκε μᾶλλον, ἀλλὰ ῥιγώσας
καὶ πάντα κύκλῳ χερσὶ κράσπεδα σφίγξας
καθῆστο, πέτρης νῶτον ἐξοχῇ κλίνας.
ὁ δʼ ἥλιος τὸ πρῶτον ἡδὺς ἐκκύψας
ἀνῆκεν αὐτὸν τοῦ δυσηνέμου ψύχους,
ἔπειτα δʼ αὖ προσῆγε τὴν ἀλῆν πλείω·
καὶ καῦμα τὸν γεωργὸν εἶχεν ἐξαίφνης,
αὐτὸς δὲ ῥίψας τὴν σισύραν ἐγυμνώθη.
βορρᾶς μὲν οὕτω συγκριθεὶς ἐνικήθη·
λέγει δʼ ὁ μῦθος „πτρᾳότητα, παῖ, ζήλου.
ἀνύσεις τι πειθοῖ μᾶλλον ἢ βίᾳ ῥέζων. “