Ancient Greek
Book 1, Chapter 2, lines 1.2.19-1.2.21
Babrius, Fabulae Aesopeae 1.2.19-21
Not analysed yet
Βότρυς μελαίνης ἀμπέλου παρωρείῃ
ἀπεκρέμαντο. τοὺς δὲ ποικίλη πλήρεις
ἰδοῦσα κερδὼ πολλάκις μὲν ὡρμήθη
πηδῶσα ποσσὶν πορφυρῆς θιγεῖν ὥρης·
ἦν γὰρ πέπειρος κεἰς τρυγητὸν ἀκμαίη.
|κάμνουσα δʼ ἄλλως (οὐ γὰρ ἴσχυεν ψαύειν) |
ὡς δʼ οὐκ ἐφικνεῖτʼ, ἀλλʼ ἔκαμνε πηδῶσα
οὐδὲν κρεμαστῆς σχοῦσα πλεῖον αἰώρης,
παρῆλθεν οὕτω βουκολοῦσα τὴν λύπην·
„ὄμφαξ ὁ βότρυς, οὐ πέπειρος, ὡς ᾤμην. “
Βοηλάτης ἅμαξαν ἦγεν ἐκ κώμης.
τῆς δʼ ἐμπεσούσης εἰς φάραγγα κοιλώδη,
δέον βοηθεῖν, αὐτὸς ἀργὸς εἱστήκει,
τῷ δʼ Ἡρακλεῖ προσηύχεθʼ, ὃν μόνον πάντων
θεῶν ἀληθῶς προσεκύνει τε κἀτίμα.
ὁ θεὸς δʼ ἐπιστὰς εἶπε „τῶν τροχῶν ἅπιου
καὶ τοὺς βόας κέντριζε. τοῖς θεοῖς δʼ εὔχου,
ὅταν τι ποιῇς καὐτός, ἢ μάτην εὔξῃ. “
Βόες μαγείρους ἀπολέσαι ποτʼ ἐζήτουν
ἔχοντας αὐτοῖς πολεμίην ἐπιστήμην·
καὶ δὴ συνηθροίζοντο πρὸς μάχην ἤδη
κέρατʼ ἀποξύνοντες. εἷς δέ τις λίην
γέρων ἐν αὐτοῖς, πολλὰ γῆν ἀροτρεύσας,
„οὗτοι μὲν ἡμᾶς“ εἶπε „χερσὶν ἐμπείροις
σφάζουσι καὶ κτείνουσι χωρὶς αἰκίης·
ἢν δʼ εἰς ἀτέχνους ἐμπέσωμεν ἀνθρώπους,
διπλοῦς τότʼ ἔσται θάνατος. οὐ γὰρ ἐλλείψει
τὸν βοῦν ὁ θύσων, κἂν μάγειρος ἐλλείψῃ. “