Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.22
Not analysed yet
Βίου τις ἤδη τὴν μέσην ἔχων ὥρην
—νέος μὲν οὐκ ὢν, οὐδέπω δὲ πρεσβύτης
λευκὰς μελαίνας μιγάδας ἐκλόνει χαίτας —
ἔτ’ εἰς ἔρωτας ἐσχόλαζε καὶ κώμους.
ἤρα γυναικῶν δύο, νέης τε καὶ γραίης.
νέον μὲν αὐτὸν ἡ νεῆνις ἐζήτει
βλέπειν ἐραστήν, συγγέροντα δʼ ἡ γραίη.
τῶν οὖν τριχῶν ἑκάστοθʼ ἡ μὲν ἀκμαίη
ἔτιλλεν ἃς ηὕρισκε λευκανθιζούσας,
ἔτιλλε δʼ ἡ γραῦς εἰ μέλαιναν ηὑρήκει,
ἕως φαλακρὸν ἡ νέη τε χἠ γραίη
ἔθηχʼ ἑκάστη τῶν τριχῶν ἀποσπῶσα.