Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.3
Not analysed yet
Αἶγάς ποτʼ εἰς ἔπαυλιν αἰπόλος κλείζων
μιῆς ἀπειθοῦς ἐν φάραγγι τρωγούσης
κόμην γλυκεῖαν αἰγίλου τε καὶ σχίνου
τὸ κέρας κατῆξε μακρόθεν λίθῳ πλήξας.
τὴν δʼ ἱέτευε· „μή, χίμαιρα συνδούλη,
πρὸς τοῦ σε Πανός, ὃς νάπας ἐποπτεύει,
τῷ δεσπότῃ, χίμαιρα, μή με μηνύσῃς·
ἄκων γὰρ ηὐστόχησα τὸν λίθον ῥίψας. “
ἣ δʼ εἶπε „καὶ πῶς ἔργον ἐκφανὲς κρύψω;
τὸ κέρας κέκραγε, κἂν ἐγὼ σιωπήσω. “