Ancient Greek · ~4 min
Book 1, Chapter 2, lines 1.2.23-1.2.25
Babrius, Fabulae Aesopeae 1.2.23-25
Not analysed yet
Βοηλάτης ἄνθρωπος εἰς μακρὴν ὕλην
ταῦρον κεράστην ἀπολέσας ἀνεζήτει.
ἔθηκε δʼ εὐχὴν ταῖς ὀρεινόμοις νύμφαις,
Ἑρμη νομαίῳ, Πανί, τοῖς πέριξ, ἄρνα
λοιβὴν παρασχεῖν, εἰ λάβοιτο τὸν κλέπτην.
ὄχθον δʼ ὑπερβὰς τὸν καλὸν βλέπει ταῦρον
λέοντι θοίνην· δυστυχὴς δʼ ἐπαρᾶται
καὶ βοῦν προσάξειν, εἰ φύγοι γε τὸν κλέπτην.
Γάμοι μὲν ἦσαν Ἡλίου θέρους ὥρῃ,
τὰ ζῴα δʼ ἱλαροὺς ἦγε τῷ θεῷ κώμους.
καὶ βάτραχοι δὲ λιμνάδας χοροὺς ἦγὸν·
οὓς εἶπε παύσας φρῦνος· „οὐχὶ παιάνων
τοῦτʼ ἐστὶν ἡμῖν, φροντίδων δὲ καὶ λύπης·
ὃς γὰρ μόνος νῦν λιβάδα πᾶσαν αὐαίνει,
τί μὴ πάθωμεν τῶν κακῶν, ἐὰν γήμας
ὅμοιον αὑτῷ παιδίον τι γεννήσῃ; “
Γνώμη λαγωοὺς εἶχε μηκέτι ζῴειν,
πάντας δὲ λίμνης εἰς μέλαν πεσεῖν ὕδωρ,
ὅθοὔνεκ’ εἰσὶν ἀδρανέστατοι ζῴων
ψυχάς τʼ ἄτολμοι, μοῦνον εἰδότες φεύγειν.
ἐπεὶ δὲ λίμνης ἐγγὺς ἦσαν εὐρείης
καὶ βατράχων ὅμιλον εἶδον ἀκταίων
βαθέην ἐς ἰλὺν ὀκλαδιστὶ πηδώντων,
ἐπεστάθησαν, καί τις εἶπε θαρσήσας·
,,ἂψ νῦν ἴωμεν. οὐκέτι χρεὼν θνήσκειν·
ὁρῶ γὰρ ἄλλους ἀσθενεστέρους ἥμων.