Ancient Greek · ~2 min
Book 1, Chapter 2, lines 1.2.4-1.2.5
Babrius, Fabulae Aesopeae 1.2.4-5
Not analysed yet
Ἁλιεὺς σαγήνην, ἣν νεωστὶ βεβλήκει,
ἀνείλετʼ· ὄψου δʼ ἔτυχε ποικίλου πλήρης.
τῶν δʼ ἰχθύων ὁ λεπτὸς εἰς βυθὸν φεύγων
ὑπεξέδυνε δικτύου πολυτρήτου,
ὁ μέγας δʼ ἀγρευθεὶς εἰς τὸ πλοῖον ἡπλώθη.
Ἀλεκτορίσκων ἦν μάχη Ταναγραίων,
οἷς θυμὸν εἶναί φασιν οἷον ἀνθρώποις.
τούτων ὁ λειφθείς (τραυμάτων γὰρ ἦν πλήρης)
ἔκυπτʼ ἐς οἴκου γωνίην ὑπʼ αἰσχύνης·
ὁ δʼ ἄλλος εὐθὺς ἐπὶ τὸ δῶμα πηδήσας
ἐπικροτῶν τε τοῖς πτεροῖς ἐκεκράγει.
καὶ τὸν μὲν αἰετός τις ἐκ στέγους ἄρας
ἀπῆλθʼ δʼ ἀδεῶς ἀμφέβαινε θηλείαις,
ἀμείνονα σχὼν τἀπίχειρα τῆς ἥττης.