Ancient Greek · ~4 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.33
Not analysed yet
Δυσμαὶ μὲν ἦσαν Πλειάδων, σπόρου δʼ ὥρη,
καί τις γεωργὸς πυρὸν εἰς νεὸν ῥίψας
ἐφύλασσεν ἑστώς· καὶ γὰρ ἄκριτον πλήθει
μέλαν κολοιῶν ἔθνος ἦλθε δυσφώνων
ψᾶρές τʼ ὄλεθρος σπερμάτων ἀρουραίων.
τῷ δʼ ἠκολούθει σφενδόνην ἔχων κοίλην
παιδίσκος. οἱ δὲ ψᾶρες ἐκ συνηθείης
ἤκουον εἰ τὴν σφενδόνην ποτʼ ᾐτήκει,
καὶ πρὶν βαλεῖν ἔφευγον. εὗρε δὴ τέχνην
ὁ γεωργὸς ἄλλην τόν τε παῖδα φωνήσας
ἐδίδασκεν· ,,ὦ παῖ· χρὴ γὰρ ὀρνέων ἥμας
σοφὸν δολῶσαι φῦλον· ἡνίκʼ ἂν τοίνυν
ἔλθωσ’, ἐγὼ μέν“ εἶπεν „ἄρτον αἰτήσω,
σὺ δʼ οὐ τὸν ἄρτον, σφενδόνην δέ μοι δώσεις
οἱ ψᾶρες ἦλθον κἀνέμοντο τὴν χώρην.
ὃ δʼ ἄρτον ᾔτει, καθάπερ εἶχε συνθήκη·
οἳ δʼ οὐκ ἔφευγον. τῷ δʼ ὁ παῖς λίθων πλήρη
τὴν σφενδόνην ἔδωκεν· ὁ δὲ γέρων ῥίψας
τοῦ μὲν τὸ βρέγμα, τοῦ δʼ ἔτυψε τὴν κνήμην,
ἑτέρου τὸν ὦμον, ο δʼ ἔφευγον ἐκ χώρης.
γέρανοι συνήντων καὶ τὸ συμβὰν ἠρώτων.
καί τις κολοιῶν εἶπε „φεύγετʼ ἀνθρώπων
γένος πονηρόν, ἄλλα μὲν πρὸς ἀλλήλους
λαλεῖν μαθόντων, ἄλλα δʼ ἔργα ποιούντων