Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.34
Not analysed yet
Δήμητρι ταῦρον ὄχλος ἀγρότης θύων
ἅλω πλατεῖαν οἰνάροις ὑπεστρώκει,
κρεῶν τραπέζας εἶχε καὶ πίθους οἴνου.
ἐκ τῶν δὲ παίδων ἐσθίων τις ἀπλήστως
ὑπὸ τῶν βοείων ἐγκάτων ἐφυσήθη,
κἀπῆλθʼ ἐς οἴκους γαστρὸς ὄγκον ἀλγήσας.
πεσὼν δʼ ἐφʼ ὑγραῖς μητρὸς ἀγκάλαις ἤμει,
καὶ ταῦτʼ ἐφώνει· „δυστυχὴς ἀποθνήσκω·
τά σπλάγχνα γάρ, τεκοῦσα, πάντα μου πίπτει. “
ἣ δʼ εἶπε θάρσει κἀπόβαλλε, μὴ φείδου·
οὐ γὰρ σά, τέκνον, ἀλλʼ ἐμεῖς τὰ τοῦ ταύρου. “
Δύω μὲν υἱοὺς ἡ πίθηκος ὠδίνει,
τεκοῦσα δʼ αὐτοῖς ἐστιν οὐκ ἴση μήτηρ,
ἀλλʼ ὃν μὲν αὐτῶν ἀθλίης ὑπʼ εὐνοίης
θάλπουσα κόλποις ἀγρίοις ἀποπνίγει,
τὸν δʼ ὡς περισσὸν καὶ μάταιον ἐκβάλλει.
κἀκεῖνος ἐλθὼν εἰς ἐρημίην ζῴει.