Ancient Greek
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.36
Not analysed yet
Δρῦν αὐτόριζον ἄνεμος ἐξ ὄρους ἄρας
ἔδωκε ποταμῷ· τὴν δʼ ἔσυρε κυμαίνων,
πελώριον φύτευμα τῶν πρὶν ἀνθρώπων.
πολὺς δὲ κάλαμος ἑκατέρωθεν εἱστήκει
ἐλαφρὸς ὄχθης ποταμίης ὕδωρ πίνων.
θάμβος δὲ τὴν δρῦν εἶχε, πῶς ὁ μὲν λίην
λεπτός τʼ ἐὼν καὶ βληχρὸς οὐκ ἐπεπτώκει,
αὐτὴ δὲ τόσση φηγὸς ἐξεριζώθη.
σοφῶς δὲ κάλαμος εἶπε· „μηδὲν ἐκπλήσσου.
σὺ μὲν μαχομένη ταῖς πνοαῖς ἐνικήθης,
ἡμεῖς δὲ καμπτόμεσθα μαλθακῇ γνώμῃ,
κἂν βαιὸν ἡμῶν ἄνεμος ἄκρα κινήσῃ. “