Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.37
Not analysed yet
Δαμάλης ἐν ἀγροῖς ἄφετος, ἀτριβὴς ζεύγλης,
κάμνοντι καὶ σύροντι τὴν ὕνιν ταύρῳ
L„τάλας“ ἐφώνει „μόχθον οἷον ὀτλεύεις. “
ὁ βοῦς δʼ ἐσίγα χὐπέτεμνε τὴν χώρην.
ἐπεὶ δʼ ἔμελλον ἀγρόται θεοῖς θύειν,
ὁ βοῦς μὲν ὁ γέρων εἰς νομὰς ἀπεζεύχθη,
ὁ δὲ μόσχος ἀδμὴς κεῖνος εἵλκετο σχοίνῳ
δεθεὶς κέρατα, βωμὸν αἵματος πλήσων.
κἀκεῖνος αὐτῷ τοιάδʼ εἶπε φωνήσας·
„εἰς ταῦτα μέντοι μὴ πονῶν ἐτηρήθης.
ὁ νέος παρέρπεις τὸν γέροντα, καὶ θύῃ,
καί σου τένοντα πέλεκυς, οὐ ζυγὸς τρίψει. “