Ancient Greek · ~4 min
Book 1, Chapter 2, lines 1.2.38-1.2.42
Babrius, Fabulae Aesopeae 1.2.38-42
Not analysed yet
Δρυτόμοι τινὲς σχίσαντες ἀγρίην πεύκην
ἐνεῖραν αὐτῇ σφῆνας, ὡς διασταίη
γένοιτό τʼ αὐτοῖς ὁ πόνος ὕστερον ῥᾴων.
πεύκη στένουσα ,,πῶς ἄν“ εἶπε „μεμφοίμην
τὸν πέλεκυν, ὅς μου μὴ προσῆκε τῇ ῥίζῃ,
ὡς τοὺς κακίστους σφῆνας, ὧν ἐγὼ μήτηρ;
ἄλλος γὰρ ἄλλῃ μʼ ἐμπεσὼν διαρρήσσει. “
Δελφῖνες ἀεὶ διεφέροντο φαλλαίναις.
τούτοις παρῆλθε καρκίνος μεσιτεύων
U+02D8 _U+02D8 εἷς δέ τις τοιαῦτα δελφίνων
ἔφη πρὸς αὐτὸν· „ἀλλὰ μᾶλλόν ἐσθʼ ἥμιν
αἱρετέον, αἰεὶ μαχομένοις ὑπʼ ἀλλήλων
διαφθαρῆναι
Διέβαινε ποταμὸν ὀξὺν ὄντα τῷ ῥείθρῳ
κυρτὴ κάμηλος, εἶτʼ ἔχεζε. τοῦ δʼ ὄνθου
φθάνοντος αὐτὴν εἶπεν· „ἦ κακῶς πράσσω·
ἔμπροσθεν ἤδη τἀξόπισθέ μου βαίνει. “
Διαρραγῆναί φασιν ἐκ μέσου νώτου
δράκοντι μῆκος ἐξισουμένην σαύραν.
Δεῖπνόν τις εἶχε λαμπρὸν ἐν πόλει θύσας.
ὁ κύων δʼ ὁ τούτου κυνὶ φίλῳ συναντήσας
ἐλθεῖν πρὸς αὐτὸν ἐπὶ τὸ δεῖπνον ἠρώτα.
κἀκεῖνος ἦλθε· τὸν δὲ τοῦ σκέλους ἄρας
ὁ μάγειρος ἐκτὸς ἐξέριψε τοῦ τοίχου
ἐς τὴν ἄγυιαν. τῶν κυνῶν δʼ ἐρωτώντων
ὅπως ἐδείπνησʼ, εἶπε· ,„πῶς γὰρ ἂν κρεῖττον,
ὃς οὐδὲ ποίην ἀναλύειν με γινώσκω; “