Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.43
Not analysed yet
|Ἔλαφος κεράστης ὑπὸ τὸ καῦμα διψήσας |
Ἔλαφος (θέρει ποτʼ) εὔκερως ἀχαιΐνης
ποίης κορεσθεὶς, ἣ(ν νάπαισι γ)ῆ φύει,
λίμνης ὕδωρ ἔπινεν ἡσυχαζούσης.
ἐκεῖ δʼ ἑαυτοῦ τὴν σκιὴν θεωρήσας
χηλῆς μὲν ἕνεκα καὶ ποδῶν ἐλυπήθη,
ἐπὶ τοῖς δὲ κέρασιν ὡς καλοῖς ἄγαν ηὔχει.
παρῆν δὲ Νέμεσις, ἣ τὰ γαῦρα πημαίνει.
κυνηγέτας γὰρ ἄνδρας εἶδεν ἐξαίφνης
ὁμοῦ σαγήναις καὶ σκύλαξιν εὐρίνοις,
ἰδὼν δʼ ἔφευγε, δίψαν οὐδέπω παύσας,
καὶ μακρὸν ἐπέρα πεδίον ἴχνεσιν κούφοις.
ἐπεὶ δὲ δὴ σύνδενδρον ἦλθεν εἰς ὕλην,
κέρατα θάμνοις ἐμπλακέὶς ἐθηρεύθη,
καὶ ταῦτʼ ἔφη· „δύστηνος ὡς διεψεύσθην·
οἱ γὰρ πόδες μʼ ἔσῳζον, οἷς ἐπῃδούμην,
τὰ κέρατα δὲ προὔδωκεν, οἷς ἐγαυρούμην. “