Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.6
Not analysed yet
Ἁλιεὺς θαλάσσης πᾶσαν ᾐόνα ξύων
λεπτῷ τε καλάμῳ τὸν γλυκὺν βίον σῴζων
μικρόν ποτʼ ἰχθύν ὁρμιῆς ἀφʼ ἱππείης
ἤγρευσεν, οὐ τῶν εἰς τάγηνον ὡραίων.
ὁ δʼ αὐτὸν οὕτως ἱκέτευεν ἀσπαίρων·
„τί σοι τὸ κέρδος; ἢ τίνʼ ὦνον εὑρήσεις;
οὐκ εἰμὶ γὰρ τέλειος, ἀλλά με πρῴην
πρὸς τῇδε πέτρῃ φυκὶς ἔπτυσεν μήτηρ.
νῦν οὖν ἄφες με, μὴ μάτην μʼ ἀποκτείνῃς.
ἐπὴν δὲ πλησθεὶς φυκίων θαλασσαίων
μέγας γένωμαι, πλουσίοις πρέπων δείπνοις,
τότʼ ἐνθάδʼ ἐλθὼν ὕστερόν με συλλήψῃ. “
τοιαῦτα μύζων ἱκέτευε καὶ σπαίρων,
ἀλλʼ οὐκ ἔμελλε τὸν γέροντα θωπεύσειν·
ἔφη δὲ πείρων αὐτὸν ὀξέῃ σχοίνῳ.
„ὁ μὴ τὰ μικρά, πλὴν βέβαια, τηρήσας
μάταιός ἐστιν, ἢν ἄδηλα θηρεύῃ. “