Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.50
Not analysed yet
Ἔφευγ᾿ ἀλώπηξ, τῆς δʼ ὄπισθε φευγούσης
κυνηγὸς ἐτρόχαζεν. ἣ δʼ ἐκεκμήκει,
δρυτόμον δʼ ἰδοῦσα „πρὸς θεῶν σε σωτήρων,
κρύψον με ταύταις αἷς ἔκοψας αἰγείροις,
καὶ τῷ κυνηγῷ“ φησί „μή με μηνύσῃς. “
ὃ δʼ οὐ προδώσειν ὤμνυ᾿ ἣ δʼ ἀπεκρύφθη.
ἦλθεν κυνηγός, καὶ τὸν ἄνδρʼ ἐπηρώτα,
μὴ τῇδʼ ἀλώπηξ καταδέδυκεν ἢ φεύγει.
„οὐκ εἶδον“ εἶπε, τῷ δὲ δακτύλῳ νεύων
τὸν τόπον ἐδείκνυʼ οὗ πανοῦργος ἐκρύφθη.
ὃ δʼ οὐκ ἐπισχών, τῷ λόγῳ δὲ πιστεύσας,
παρῆλθε. θερμοῦ δʼ ἐκφυγοῦσα κινδύνου
κερδὼ παχείης ἐξέκυπτεν αἰγείρου,
σεσηρὸς αἰκάλλουσα. τῇ δʼ ὁ πρεσβύτης
,ζωαγρίους μοι χάριτας‘ εἶπεν ,ὀφλήσεις. ‘
|,ἐρρυσάμην σε‘ φησίν· ,ἀλλά μου μνήσκου. ‘|
„πῶς οὐκ ἄν“ εἶπεν ,,ὧν γε μάρτυς εἱστήκειν;
ἔρρωσο τοίνυν, καὶ τὸν Ὅρκον οὐ φεύξῃ
φωνῇ με σῴσας, δακτύλῳ δʼ ἀποκτείνας. “