Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.51
Not analysed yet
Ἐν τῷ ποτʼ οἴκῳ πρόβατον εἶχέ τις χήρη,
θέλουσα δʼ αὐτοῦ τὸν πόκον λαβεῖν μείζω
ἔκειρʼ ἀτέχνως, τῆς τε σαρκὸς οὐ πόρρω
τὸν μαλλὸν ἐψάλιζεν, ὥστε τιτρώσκειν.
ἀλγοῦν δὲ πρόβατον εἶπε „μή με λυμαίνου·
πόσην γὰρ ὁλκὴν τοὐμὸν αἷμα προσθήσει;
ἀλλʼ εἰ κρεῶν, δέσποινα, τῶν ἐμῶν χρῄζις,
ἔστιν μάγειρος, ὅς με συντόμως θύσει·
εἰ δʼ εἰρίων πόκου τε κοὐ κρεῶν χρῄζεις,
πάλιν ἔστι κουρεύς, ὃς κερεῖ με καὶ σώσει