Ancient Greek · ~5 min
Book 1, Chapter 2, lines 1.2.52-1.2.56
Babrius, Fabulae Aesopeae 1.2.52-56
Not analysed yet
Εἰς ἄστυ τετράκυκλον ἄρρενες ταῦροι
ἅμαξαν ὤμοις εἷλκον· ἣ δʼ ἐτετρίγει.
καὶ τὸν βοώτην θυμὸς εἶχε, τῇ δʼ οὕτως
ἐγγὺς προσελθὼν εἶπεν ὡς ἀκουσθῆναι·
„ὦ παγκάκιστον κτημάτων, τί δὴ κρώζεις
ἄλλων ὑπʼ ὤμοις φερομένη σιωπώντων; “
Εἰς λύκον ἀλώπηξ ἐμπεσοῦσα δειλαίη
ζωγρεῖν ἐδεῖτο, μηδὲ γραῦν ἀποκτείνειν.
ὃ δʼ „ἢν λόγους μοι τρεῖς ἀληθινὸς εἴπῃς,
ἐγώ σε νὴ τὸν Πᾶνα“ φησί „ζωγρήσω. “
ἣ δʼ „εἴθε μέν μοι πρῶτα μὴ συνηντήκεις·
ἔπειτα δʼ, εἴθε τυφλὸς ὢν ὑπηντήκεις·
τρίτον δʼ ἐπʼ αὐτοῖς“ εἶπε „μὴ σύ γʼ εἰς ὥρας
ἵκοιο, μὴ δή μοι πάλιν συναντήσῃς. “
Εὐνοῦχος ἦλθε πρὸς θύτην ὑπὲρ παίδων
σκεψόμενος. ὁ θύτης δʼ ἁγνὸν ἧπαρ ἁπλώσας
„ὅταν μέν“ εἶπε „ταῦτʼ ἴδω, πατὴρ γίνῃ,
ὅταν δὲ τὴν σὴν ὄψιν, οὐδʼ ἀνὴρ φαίνῃ. “
Ἕνα βοῦν τις εἶχε, τὴν ὄνον δὲ συζεύξας
ἠροτρία, πτωχῶς μέν, ἀλλʼ ἀναγκαίως.
ἐπεὶ δὲ τοὖργον ἐτετέλεστο καὶ λύειν
ἔμελλεν αὐτούς, ἥ τʼ ὄνος διηρώτα
τὸν βοῦν „τίς ἄξει τῷ γέροντι τὰ σκεύη; “
ὁ δὲ βοῦς πρὸς αὐτὴν εἶπεν „ὅσπερ εἰώθει. “
Εὐτεκνίης ἔπαθλα πᾶσι τοῖς ζῴοις
ὁ Ζεὺς ἔθηκε, πάντα δʼ ἔβλεπεν κρίνων.
ἦλθεν δὲ καὶ πίθηκος ὡς καλὸν μήτηρ
πίθωνα γυμνὸν σιμὸν ἠρμένη κόλποις.
γέλως δʼ ἐπʼ αὐτῷ τοῖς θεοῖς ἐκινήθη.
ἣ δʼ εἶπεν οὕτω· ,,Ζεὺς μὲν οἶδε τὴν νίκην,
ἐμοὶ δὲ πάντων οὗτός ἐστι καλλίων. “