Ancient Greek
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.57
Not analysed yet
Ἑρμῆς ἅμαξαν ψευσμάτων τε πληρώσας
ἀπάτης τε πολλῆς καὶ πανουργίης πάσης
ἤλαυνε διὰ γῆς, ἄλλο φῦλον ἐξ ἄλλου
σχεδίην ἀμείβων καὶ μέρος τι τῶν ὤνων
νέμων ἑκάστῳ μικρόν. ὡς δὲ τῷ χώρῳ
τῷ τῶν Ἀράβων ἐπῆλθε καὶ διεξῄει,
λέγουσιν αὐτοῦ συντριβεῖσαν ἐξαίφνης
ἐπισταθῆναι τὴν ἅμαξαν. οἳ δʼ ὥσπερ
πολύτιμον ἁρπάζοντες ἐμπόρου φόρτον,
ἐκένωσαν αὐτὴν οὐδʼ ἀφῆκαν εἰς ἄλλους
ἔτι προελθεῖν, καίπερ ὄντας, ἀνθρώπους.
ἐντεῦθεν Ἄραβές εἰσιν, ὡς ἐπειράθην,
ψεῦσταί τε καὶ γόητες, ὧν ἐπὶ γλώσσης
οὐδὲν κάθηται ῥῆμα τῆς ἀληθείης.