Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.7
Not analysed yet
Ἄνθρωπος ἵππον εἶχε. τοῦτον εἰώθει
κενὸν παρέλκειν, ἐπετίθει δὲ τὸν φόρτον
ὄνῳ γέροντι. πολλὰ τοιγαροῦν κάμνων
ἐκεῖνος ἐλθὼν πρὸς τὸν ἵππον ὡμίλει.
„ἤν μοι θελήσῃς συλλαβεῖν τι τοῦ φχόρτου,
τάχʼ ἂν γενοίμην σῷος· εἰ δὲ μή, θνῄσκω. “
ὃ δʼ οὐ προάξεις; “εἶπε „μή μʼ ἐνοχλήσῃς·
εἷρπεν σιωπῶν, τῷ κόπῳ δʼ ἀπαυδήσας
πεσὼν ἔκειτο νεκρός, ὡς προειρήκει.
τὸν ἵππον οὖν παρʼ αὐτὸν εὐθέως στήσας
ὁ δεσπότης καὶ πάντα τὸν γόμον λύων
ἐπʼ αὐτὸν ἐτίθει τὴν σάγην τε τοῦ κτήνους,
καὶ τὴν ὀνείην προσεπέθηκεν ἐκδείρας.
ὁ δʼ ἵππος „οἴμοι τῆς κακῆς“ ἔφη „γνώμης·
οὗ γὰρ μετασχεῖν μικρὸν οὐκ ἐβουλήθην,
τοῦτʼ αὐτό μοι πᾶν ἐπιτέθεικεν ἡ χρείη. “