Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.63
Not analysed yet
Ἦν τις κατʼ οἴκους ἀνδρὸς εὐσεβοῦς ἥρως
ἔχων ἐν αὐλῇ τέμενος· ἔνθα δὴ θύων
στέφων τε βωμοὺς καὶ καταβρέχων οἴνῳ
προσηύχετʼ ἀεί „χαῖρε, φίλταθʼ ἡρώων,
καὶ τὸν σύνοικον ἀγαθὰ δαψιλῆ ποίει. “
κἀκεῖνος αὐτῷ νυκτὸς ἐν μέσαις ὥραις
„ἀγαθὸν μέν“ εἶπεν ,,οὐδʼ ἂν εἷς τις ἡρώων,
ὦ τᾶν, παράσχοι· ταῦτα τοὺς θεοὺς αἴτει·
κακῶν δὲ πάντων, ἅτε σύνεστιν ἀνθρώποις,
δοτῆρες ἡμεῖς. τοιγὰρ εἰ κακῶν χρῄζεις,
εὔχου· παρέξω πολλά, κἂν ἓν αἰτήσῃς
πρὸς ταῦτα λοιπὸν αὐτὸς οἶδας ἢν θύσῃς· “