Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.64
Not analysed yet
Ἤριζον ἐλάτη καὶ βάτος πρὸς ἀλλήλας.
ἐλάτης δʼ ἑαυτὴν πολλαχῶς ἐπαινούσης
„καλὴ μέν εἰμι καὶ τὸ μέτρον εὐμήκης,
καὶ τῶν νεφῶν σύνοικος ὀρθίη φύω,
στέγης τε μέλαθρόν εἰμι καὶ τρόπις πλοίων,
δένδρων τοσούτων ἐκπρεπεστάτη πάντων“,
βάτος πρὸς αὐτὴν εἶπεν· „ἢν λάβῃς μνήμην
τῶν πελέκεών τε τῶν ἀεί σε κοπτόντων,
καὶ τῶν πελύκων τῶν ἀεί σε τεμνόντων,
βάτος γενέσθαι καὶ σὺ μᾶλλον αἱρήσῃ. “