Ancient Greek · ~4 min
Book 1, Chapter 2, lines 1.2.65-1.2.67
Babrius, Fabulae Aesopeae 1.2.65-67
Not analysed yet
Λίβυσσα γέρανος ἠδὲ ταὧς εὐπήληξ
χλωρὴν ἀεὶ ’βόσκοντο λείμακος ποίην.
|Ἤριζε τεφρὴ γέρανος εὐφυεῖ ταῷ
σείοντι χρυσᾶς πτέρυγας. |,,ἀλλʼ ἐγὼ ταύταις“
ἡ γέρανος εἶπεν, ,,ὧν σὺ τὴν χρόην σκώπτεις,
ἄστρων σύνεγγυς ἵπταμαί τε καὶ κράζω·
σὺ δʼ ὡς ἀλέκτωρ ταῖσδε ταῖς καταχρύσοις
χαμαὶ πτερύσσῃ“ φησίν „οὐδʼ ἄνω φαίνῃ· “
Θεῶν Προμηθεὺς ἦν τις, ἀλλὰ τῶν πρώτων.
τοῦτον πλάσασθαί φασι δεσπότην ζῴων
ἄνθρωπον ἐκ γῆς· ἐκ δὲ τοῦ δύω πήρας
κρεμάσαι φέροντά φασι τῶν ἐν ἀνθρώποις
κακῶν γεμούσας, τὴν πρόσω μὲν ὀθνείων,
ἰδίων δὲ τὴν ὄπισθεν, ἥτις ἦν μείζων.
διό μοι δοκοῦσι συμφορὰς μὲν ἀλλήλων
βλέπειν ἀκριβῶς, ἀγνοεῖν δὲ τὰς οἴκοι.
Θήρης ὄναγρος καὶ λέων ἐκοινώνουν,
ἀλκῇ μὲν ὁ λέων, ὁ δʼ ὄνος ἐν ποσὶν κρείσσων.
ἐπεὶ δὲ λείαν ἔσχον ἄφθονον ζῴων,
ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας,
καί „τὴν μὲν αὐτός“ φησί „λήψομαι πρώτην·
βασιλεὺς γάρ εἰμι· λήψομαι δὲ κἀκείνην
ὡς ἐξ ἴσου κοινωνός. ἡ τρίτη δʼ αὕτη
κακόν τι δώσει μὴ θέλοντί σοι φεύγειν. “