Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.68
Not analysed yet
Θεοῖς Ἀπόλλων ἔλεγε μακρὰ τοξεύων·
„οὐκ ἂν βάλοι τις πλεῖον, οὐδὲ τοξεύσει. “
ὁ Ζεὺς δὲ παίζων ἠρίδαινε τῷ Φοίβῳ·
Ἑρμῆς δʼ ἔσειεν Ἄρεος ἐν κυνῇ κλήρους.
λαχὼν δʼ ὁ Φοῖβος χρυσέην τε κυκλώσας
τόξοιο νευρήν, ὀξέως ἀφεὶς πρῶτος
τὸ βέλος ἔπηξεν ἐντὸς Ἑσπέρου κήπων.
ὁ Ζεὺς δὲ διαβὰς ταὐτὸ μέτρον εἱστήκει,
καί „ποῦ βάλω, παῖ,“ φησίν „οὐκ ἔχω χώρην. “
τόξου δὲ νίκην ἔλαβε μηδὲ τοξεύσας.