Ancient Greek · ~2 min
Book 1, Chapter 2, lines 1.2.69-1.2.70
Babrius, Fabulae Aesopeae 1.2.69-70
Not analysed yet
Θάμνου λαγωὸν δασυπόδην ἀναστήσας
κύων ἐδίωκεν οὐκ ἄπειρος ἀγρεύειν,
δρόμῳ δʼ ἐλείφθη. καί τις αἰπόλος σκώπτων
„ὁ πηλίκος σού“ φησίν „εὑρέθη θάσσων. “
ὃ δʼ εἶπεν „ἄλλως ἄλλον ἁρπάσαι σπεύδων
τρέχει τις, ἄλλως δʼ αὐτὸν ἐκ κακοῦ σῴζων“
Θεῶν γαμούντων, ὡς ἕκαστος ἐζεύχθη,
ἐφʼ ἅπασι Πόλεμος ἐσχάτῳ παρῆν κλήρῳ.
Ὕβριν δὲ γήμας, ἣν μόνην κατειλήφει,
ταύτης περισσῶς, ὡς λέγουσιν, ἠράσθη,
ἕπεται δʼ ἐπʼ αὐτῇ πανταχοῦ βαδιζούσῃ.
μὴ γοῦν ἔθνη που, μὴ πόληας ἀνθρώπων
ὕβρις γʼ ἐπέλθοι, προσγελῶσα τοῖς δήμοις,
ἐπεὶ μετʼ αὐτὴν πόλεμος εὐθέως ἥξει.