Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.88
Not analysed yet
Κορυδαλλὸς ἦν τις ἐν χλόῃ νεοσσεύων,
ὁ τῷ χαραδριῷ πρὸς τὸν ὄρθρον ἀντᾴδων,
καὶ παῖδας εἶχε ληίου κόμῃ θρέψας
λοφῶντας ἤδη καὶ πτεροῖσιν ἀκμαίους.
ὁ δὲ τῆς ἀρούρης δεσπότης ἐποπτεύων
ὡς ξανθὸν εἶδε τὸ θέρος, εἶπε „νῦν ὥρη
πάντας καλεῖν μοι τοὺς φίλους, ἵνʼ ἀμήσω. “
καί τις δὲ κορυδοῦ τῶν λοφηφόρων παίδων
ἤκουσεν αὐτοῦ, τῷ τε πατρὶ μηνύει,
σκοπεῖν κελεύων ποῦ σφέας μεταστήσει.
δʼ εἶπεν „οὔπω καιρός ἐστι νῦν φεύγειν,
ὃς γὰρ φίλοις πέποιθεν, οὐκ ἄγαν σπεύδει. “
ὡς δʼ αὖτις ἦλθεν, ἡλίου δʼ ὑπʼ ἀκτίνων
ἤδη ῥέοντα τὸν στάχυν θεωρήσας
μισθὸν μὲν ἀμητῆρσιν αὔριον πέμπειν,
μισθὸν δʼ ἔταξε δραγματηφόροις δώσειν,
κορυδαλλὸς εἶπε παισὶ νηπίοις „ὥρη
νῦν ἐστὶν ὄντως, παῖδες, ἐκ τόπων φεύγειν,
ὅτʼ αὐτὸς ἀμᾷ κοὐ φίλοισι πιστεύει. “