Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.89
Not analysed yet
Λύκος ποτʼ ἄρνα πεπλανημένον ποίμνης
ἰδὼν βίῃ μὲν οὐκ ἐπῆλθεν ἁρπάξων,
ἔγκλημα δʼ ἔχθρης εὐπρόσωπον ἐζήτει.
,σύ τοί με πέρυσι μικρὸς ὢν ἐβλασφήμεις. ‘
„ἐγώ σε πέρυσιν, ὅς γʼ ἐπʼ ἔτος ἐγεννήθην; “
,οὔκουν σὺ τὴν ἄρουραν ἣν ἔχω κείρεις; ‘
„οὔπω τι χλωρὸν ἔφαγον, οὐδʼ ἐβοσκήθην. “
,οὐδʼ ἆρα πηγῆς ἐκπέπωκας ἧς πίνω; ‘
„θηλὴ μεθύσκει μέχρι νῦν με μητρῴη. “
τότε δὴ τὸν ἄρνα συλλαβών τε καὶ τρώγων
,ἀλλʼ οὐκ ἄδειπνον‘ εἶπε ,τὸν λύκον θήσεις,
κἂν εὐχερῶς μου πᾶσαν αἰτίην λύσῃς. ‘