Ancient Greek · ~2 min
Book 1, Chapter 2, lines 1.2.90-1.2.91
Babrius, Fabulae Aesopeae 1.2.90-91
Not analysed yet
Λέων ἐλύσσα. τὸν δὲ νεβρὸς ἐξ ὕλης
ἰδὼν ἔφησεν „ἡμέων ταλαιπώρων·
τί γὰρ μεμηνὼς οὗτος οὐχὶ ποιήσει,
ὃς ἦν φορητὸς οὐδὲ σωφρονῶν ἥμιν; “
Λέοντα φεύγων ταῦρος εἰς ἐρημαίην
σπήλυγγα κατέδυ ποιμένων ὀρειφοίτων,
ὅπου τράγος τις χωρὶς αἰπόλου μείνας
τὸν ταῦρον ἐμβὰς τοῖς κέρασιν ἐξώθει.
ὃ δʼ εἶπεν ,,οὐ σέ, τὸν λέοντα δʼ ἐκκλίνων
ἀνέξομαί σου μικρὰ τῆς ἐπηρείης·
ἐπεὶ παρελθέτω με, καὶ τότε γνώσῃ
πόσον τράγου μεταξὺ καὶ πόσον ταύρου. “