Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.92
Not analysed yet
Λέοντά τις κυνηγὸς οὐχὶ τολμήεις
ἴχνευεν ὀρέων ἐν βαθυσκίοις ὕλαις·
δρυτόμῳ δὲ μακρῆς ἐγγὺς ἐντυχὼν πεύκης
,,ὢ πρός σε νυμφῶν“ εἶπεν, „ἆρα γινώσκεις
ἴχνη λέοντος, ὅστις ὧδε φωλεύει; “
κἀκεῖνος εἶπεν „ἀλλὰ σὺν θεῷ βαίνεις·
αὐτὸν γὰρ ἤδη τὸν λέοντά σοι δείξω. “
ὃ δʼ ὠχριήσας γομφίους τε συγκρούων
„μή μοι χαρίζου“ φησι „πλεῖον οὗ χρῄζω,
τὸ δʼ ἔχνος εἰπέ· τὸν λέοντα μὴ δείξῃς. “