Ancient Greek
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.93
Not analysed yet
Λύκων παρῆσαν ἄγγελοί ποτʼ εἰς ποίμνην
ὅρκους φέροντες καὶ βέβαιον εἰρήνην,
ἐφʼ ᾧ λάβωσι τοὺς κύνας πρὸς αἰκίην,
διʼ οὓς μάχονται καὶ κοτοῦσιν ἀλλήλοις.
μωρὴ δὲ ποίμνη καὶ τὰ πάντα βληχώδης
πέμπειν ἔμελλεν. ἀλλά τις γέρων ἤδη
κριὸς βαθείῃ φρικὶ μαλλὸν ὀρθώσας
„καινῆς γε ταύτης“ εἶπε „τῆς μεσιτείης.
ἀφύλακτος ὑμῖν πῶς ἐγὼ συνοικήσω,
διʼ οὓς νέμεσθαι μηδὲ νῦν ἀκινδύνως
ἔξεστι, καίτοι τῶν κυνῶν με τηρούντων; “