Ancient Greek · ~1 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.94
Not analysed yet
Λύκῳ ποτʼ ὀστοῦν φάρυγος ἐντὸς ἠρείσθη·
ἐρῳδιῷ δὲ μισθὸν ἄξιον δώσειν
ἔταξε, τὸν τράχηλον εἰ καθιμήσας
ἀνελκύσειε καὶ πόνων ἄκος δοίη.
ὃ δʼ ἑλκύσας τὸν μισθὸν εὐθέως ᾔτει.
κἀκεῖνος αὐτῷ, κάρχαρόν τι μειδήσας,
„σοὶ μισθὸς ἀρκεῖ“ φησί „τῶν ἰατρείων
κεφαλὴν λυκείου στόματος ἐξελεῖν σῴην. “