Ancient Greek · ~2 min
Ι. ΕΠΗ ΚΑΙ ΕΛΕΓΕΙΑ, II. ΙΑΜΒΟΙ
Babrius, Fabulae Aesopeae 10
Not analysed yet
Ἀστρολόγος ἐξιὼν ἑκάστοθʼ ἑσπέρας
ἔθος εἶχε τοὺς ἀστέρας ἐπισκοπεῖν.
καὶ δὴ περιιὼν εἰς προάστειόν ποτε,
πάλιν δὲ τὸν νοῦν ὅλον ἔχων πρὸς οὐρανὸν
ἐξέλαθεν αὑτὸν καταπεσὼν εἴς τι φρέαρ.
ὀδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος
παριών τις ὡς ἤκουσε τῶν στεναγμάτων
προσῆλθε καὶ μαθὼν τὰ συμβεβηκότα
ἔφη πρὸς αὐτόν· „ὦ [οὗτος] βλέπειν πειρώμενος
τὰν οὐρανῷ σύ, τἀπὶ τῆς γῆς οὐχ ὁρᾷς; “