Ancient Greek · ~2 min
11 to 12
Babrius, Fabulae Aesopeae 11-12
Not analysed yet
Ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος καὶ θεασάμενος γναφέα αὐτῷ παροικισθέντα (i) προσελθὼν παρεκάλει αὐτὸν ὅπως σύνοικος αὐτῷ (i) γένηται, διεξιὼν ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστεροι διάξουσι μίαν ἔπαυλιν οἰκοῦντες. καὶ ὁ γναφεὺς ὑποτυχὼν ἔφη πρὸς αὐτὸν „ἀλλʼ ἔμοιγε παντελῶς τοῦτʼ ἔστʼ ἀδύνατον· ὃ γὰρ ἔγωγε λευκανῶ, σὺ ἀσβολήσεις, Λέων ἀκούσας βατράχου κεκραγότος ἐπεστράφη πρὸς τὰς φωνὰς οἰόμενος μέγα τι ζῷον εἶναι· προσμείνας δὲ αὐτῷ μικρὸν χρόνον (e), ὡς ἐθεάσατο ἀπὸ τῆς λίμνης ἐξελθόντα προσελθὼν κατεπάτησεν εἰπών „μηδένʼ ἀκοὴ ταραττέτω πρὸ τῆς θέας. “