Ancient Greek · ~2 min
Ι. ΕΠΗ ΚΑΙ ΕΛΕΓΕΙΑ, ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ
Babrius, Fabulae Aesopeae 21
Not analysed yet
Ὄνῳ τις ἐπιθεὶς αἶγα πρόβατον δέλφακα ἤλαυνεν εἰς ἄστυ. τοῦ δὲ δέλφακος παῤ ὅλην ἐν αὐτοῖς τὴν ὁδὸν κεκραγότος ἀλώπηξ ἀκούσασα ἐπυνθάνετο τὴν αἰτίαν παῤ αὐτοῦ, διʼ ἣν τῶν λοιπῶν ἡσυχαζόντων μόνος αὐτὸς βοᾷ. ὃ δὲ ἔφη ἀλλʼ ἔγωγε οὐ μάτην ὀδύρομαι (e)· εὖ γὰρ οἶδα, ὅτι τοῦ μὲν προβάτου ἔριά τε καὶ γάλα παρεχομένου ὁ δεσπότης ἀφέξεται· ὁμοίως δὲ καὶ τῆς αἰγὸς διὰ τοὺς τυροὺς καὶ τοὺς ἐρίφους· ἐμοῦ δὲ οὐκ ἔχοντος ἄλλο τι χρηστὸν πάντως με θύσειν βούλεται. Ne inter incertas quidem iambicarum paraphrases recepi plerasque Gitlbaueri fa bulas, quas paucis infra indicavi: