Ancient Greek · ~2 min
Ι. ΕΠΗ ΚΑΙ ΕΛΕΓΕΙΑ, ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ
Babrius, Fabulae Aesopeae 20
Not analysed yet
Λέων λαγωῷ περιτυχὼν κοιμωμένῳ ἔμελλε τοῦτον καταφαγεῖν· μεταξὺ δὲ θεασάμενος ἔλαφον παριοῦσαν ἀφεὶς τὸν λαγωὸν ἐκείνην ἐδίωκεν. ὃ μὲν οὖν ἀπὸ τῶν ψόφων (e) ἐξαναστὰς ἔφυγεν. ὁ δὲ λέων ἐπὶ πολὺ διώξας τὴν ἔλαφον ἐπειδὴ καταλαβεῖν οὐκ ἐδυνήθη, ἐπανῆλθεν ἐπὶ τὸν λαγωόν. εὑρὼν δὲ κἀκεῖνον †πεφευγότα ἔφη „ἀλλʼ ἔγωγε δίκαια πέπονθα, ὅτι περ ἀφεὶς τὴν ἐν χερσὶ βορὰν μείζονα ἐλπίδα προέκρινα.