Ancient Greek · ~3 min
Ι. ΕΠΗ ΚΑΙ ΕΛΕΓΕΙΑ, ΔΙΑΦΟΡΑ
Babrius, Fabulae Aesopeae 25
Not analysed yet
Γρηγορίου τοῦ θεολόγου.
Εἰ δʼ ἄγε σοι καὶ μῦθον ἐοικότα μυθολογήσω
αἴσχεσιν ὑμετέροις. ἡ πολιὴ δὲ λάλον.
Ἄκριτον ἦν τὸ πάροιθε βροτῶν γένος, ὅς τε φέριστος
ὅς τε χερειότερος, ὡς φάτις ὠγυγίη.
πολλοὶ μὲν δοκέεσκον ἀνάρσιοι ὄντες ἄριστοι,
πολλοὶ δʼ αὖτʼ ἀγαθοὶ ἔμπαλιν ἀφραδέες.
κῦδος ἀτιμοτάτοισιν, ἀτιμίη δέ τʼ ἀρίστοις
ἕσπετο οὔτι δίκῃ τῶνδʼ ἐπαμειβομένων.
ἀλλʼ οὐ λῆθεν ἄνακτα θεὸν κακίη μεδέουσα,
ὀψὲ δʼ ἀλαστήσας τοῖον ἔειπεν ἔπος·
„οὐ θέμις ἔστʼ ἀγαθοῖσιν ὁμὸν κλέος ἠδὲ κακοῖσιν
ἔμμεναι· ὧδʼ ἂν ἔοι πλειοτέρη κακίη.
τοὔνεκα τοῖσιν ἐγὼ σημήϊον ἐσθλὸν ὀπάσσω,
ὄφῤ εὖ γινώσκηθ᾿ ὃς κακὸς ὅς τʼ ἀγαθός· “
ὣς εἰπὼν ἐρύθηνε παρήϊα τοῖς ἀγαθοῖσιν
αἷμ᾿ ὑπὸ δέρμα χέας αἴσχεος ὀρνυμένου·
θηλυτέραις δὲ μάλιστα, ἐπεὶ καὶ εἶδος ἀραιαί
καὶ κραδίην ἁπαλαί, πλεῖον ὑπεσκέδασε.
τοῖς δὲ κακοῖσιν ἔπηξε καὶ ἄτροπον ἔνδον ἔθηκε·
τοὔνεκεν οὐδʼ ὀλίγον αἴσχεσι συμφέρεται.