Ancient Greek · ~2 min
Ι. ΕΠΗ ΚΑΙ ΕΛΕΓΕΙΑ, ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ
Babrius, Fabulae Aesopeae 26
Not analysed yet
Οἱ λαγωοὶ συναχθέντες ἑαυτοῖς εἶπον· „ἀβίωτός ἐστιν ἡμῶν ὁ βίος· καὶ γὰρ ἀετοὶ καὶ κύνες τε καὶ ἄνδρες (e) ὡς οὐδὲν πάντες (i) καταπονοῦσιν ἡμᾶς. βέλτιόν ἐστιν ἡμᾶς ῥῖψαι εἰς τὴν λίμνην καὶ πνιγῆναι. ταῦτʼ οὖν εἰπόντες συναπῄεσαν εἴς τινα λίμνην. οἱ δʼ ἐπὶ ταῖς ὄχθαις τῆς λίμνης βάτραχοι τούτους ἰδόντες ἔρριψαν αὑτοὺς εἰς λίμνην ἐκ τοῦ φόβου. εἷς δέ τις γέρων λαγωὸς ἔφη πρὸς τοὺς ἑτέρους στῆτε, φίλοι, καὶ μηκέτ᾿ ἀποπνίξωμεν ἑαυτούς· εἰσὶ γὰρ ἄλλα ζῷʼ, ὡς εἴδετε, δειλότεῤ ἡμῶν.