Ancient Greek · ~7 min
Book 3, II Tetrasticha a versificatoribus recentioris aetatis conglutinata., lines 3.1-3.12
Babrius, Fabulae Aesopeae 3.1-2-12
Not analysed yet
Λέων, ὄνος θήρευον εἴς τί που σπέος·
ὄνος δʼ ἐπεισδὺς αἶγας ἔνδον ἐπτόει,
ἐφʼ ᾧ κατωφρύωτο· καί φησιν λέων
„ἀλλʼ ἐθρόεις ἄν μʼ, εἴπερ †ὀγκοῦμαι μέγα. “
Λέων ἄναλκις ἐν σπέει τροφῆς χάριν
ἔδυνε, θῆρας ἱγμένους κατεσθίων.
μόνη δʼ ἀλώπηξ μηχανῆς ἔβη,
ἴχνη σκοπήσας ἐξιόντων οὐδʼ ὅλως.
Λύκον κύνες πλήξαντες ἀχρεῖον λίπον.
τροφῆς δʼ ἀμοιρῶν ἄρνʼ ἐλιπάρει λέγων
,,οἶσον ποτὸν διψῶντι τούτῳ δʼ ἀντέφη
,,θοίνη γενοίμην, εἰ ποτόν σοι προσφέρω. “
Κλῆρον νέος δέδωκεν ἐκτὸς εἵματος,
ὡς δʼ εἶδε χελιδόνα, καὶ τοῦτʼ ἔμπαλιν·
ταύτην δὲ νεκρὰν οὗσαν ὡς ἔγνω γʼ, ἔφη
τάλαινα, σαυτὴν κἀμὲ πρὸς ἀπώλεσας. “
Κόρου πλέως ὢν προβάτῳ γʼ ἔφη λύκος,
ὡς εἴπερ εἴπῃ τρεῖς ἀληθείας λόγους,
ἀσινὲς ἐκπέμψειεν. ὡς δὲ τοὺς ἔφη,
εὐεργέτην εὕρισκε δυσμενῆ πάλαι.
Ιχθὺν λάρος βίβρωσκε, θνήσκει δʼ αὖ τάχει·
πρὸς ὅνπερ ἐξέφησεν ἰκτῖνος λέγων
,,πέπονθας ὡς δίκαια, δύστηνον κάρα·
πλωτῶν δίαιταν πτηνὸς γὰρ ὤν μὴ φίλει.
Θήρευον ἄρκτος ἡδ’ ἀλώπηξ καὶ λέων.
ἀλλʼ οἳ μὲν ἐξεύροντο θήραν ἐκ πόνων,
κάμηλον δʼ ὡς εὕρισκε κερδὼ δεσμίαν,
ἡλθεν διαγγέλλουσα ταύτην ὡς ἄνουν.
ἀνεπίγραφος.
αἲξ νομῆς ἐρῶσα κρημνῷ βόσκετο.
ταύτῃ δὲ λύκος ἐνδέων τροφῆς ὅλως
ἔφησε λειμῶνʼ εὐθαλῆ κάτω βλέπειν·
αὐτὴ δὲ ταύτης μὴ φρονεῖν τροφῆς ἔφη.
Εἷκον σαγήνην ἄνδρες ἐκ βάθους πάλαι,
ἧσπερ τὸν ὄγκον ἐννοοῦντες εὐθύμουν.
λίθων δὲ πλείστων εὑρεθέντων δικτύοις
τῇ χαρμονῇ σύγκρατον εἶχον τὴν λύπην.
Εἷκον βόες ἅμαξαν, ἣ δʼ ἤχει μέγα·
πρὸς ἣν στραφέντες οἵδʼ ἔφησαν ὧδέ πῃ·
,,ἡμῶν πονούντων τῷ πολυστόνῳ βάρει,
αὐτὴ γόμος πέλουσα κέκραγας μάτην. “
Ἔλαφος ὡς ἔβλεψεν εἰς ὕδωρ κέρας,
ηὔχει καθʼ αὑτὴν κερτομοῦσα τούς πόδας.
λέων δʼ ἐπεὶ δίωκε, τούτους ἠγάπα
κέρας καθυβρίζουσα θήρας ὡς πάγην.
Ἔλαφος ἡμίφωτος ἀκταῖς ὡς ἔην,
πρὸς χερσὸν ἐσκόπευσεν ὄμματʼ ἀρτίως
θηρῶντας ἐκκλίνουσα· τὴν βάλλει βέλος
ἀπροσδόκητον ἐκ θαλάσσης ἐγγίσαν.