Ancient Greek · ~6 min
Book 3, I Ignatii Diaconi eiusque imitatorum tetrasticha iambica., lines 3.48-3.57
Babrius, Fabulae Aesopeae 3.48-57
Not analysed yet
Λέων, ὄνος κερδώ τε πρὸς θήραν ἴον.
ὄνου δὲ ταύτην εἰς τρίτον δεδασμένου
λέων κατεσπάραξε. κερδὼ δὲ πλέον
ἔνειμεν αὐτῷ, σωφρονισθεῖοʼ ἐξ ὄνου.
Φραγμοὺς ἀλώπηξ ὡς ὑπερβαίνειν θέλεν,
ὀλισθάνουσα καὶ βάτου δεδραγμένη
ἔξεστο πέλμα, λοιδόρει δὲ τὴν βάτον.
μέμφου σεαυτήν, μὴ φύσιν γʼ ἐμήν“ ἔφη.
Κώνωψ καθῆστο πρὸς κέρας ταύρου πάλαι,
ὅνπερ κέλευεν, εἴπερ ἐκπτῆναι θέλει.
ἤκουσε δʼ, †ὥσπερ οὐκ ἔγνω καθημένου,
οὕτω δὲ μὴ πτήσαντος αἴοθησιν λάβῃ.
Ἔλαφον ἐξήλαυνον οἱ κυνηγέται,
ἥτις δασείαις ἀμπέλοις ἀπεκρύβη.
τὰ φύλλα βιβρώσκουσα δὴ τῶν ἀμπέλων
κυνηγετοῦσιν ἐνδίκως ἐθηράθη.
Ἄστροις περισκοπῶν τις ἀστεροσκόπος
πίπτει λεληθὼς εἰς φρέαρ. τυχὼν δέ τις
ὁδοιπόρος στένοντι ταῦτʼ ἔφη λέγων·
,νοῦν θεὶς ἄνω, βέλτιστε, τὴν γῆν οὐ βλέπεις; “
Ἥριζεν ἵππος ἀγριωτάτῳ κάπρῳ·
ὁρμὴν δὲ θηρὸς ἵππος οὐ σθένων ὅλως
ἑαυτὸν ἐκδέδωκεν, εὑρὼν σύμμαχον
ἔμπειρον ἄνδρα πρὸς σφαγὴν τοῦ θηρίου.
Ἐρωμένας δύʼ εἶχεν ἀνὴρ μιξόθριξ.
χρόνῳ †διενηνοχυῖαι πάντῃ καὶ τρόπῳ
ἣ μὲν μελαίνας, ἣ δὲ λευκὰς ἔκφερον.
ἐξ ὧν ψιλωθεὶς πᾶσιν ὡράθη γέλως.
Ἀρνὸν καταπτὰς ἀετὸς †καθαρπάσας.
ἰδὼν κολοιὸς ἐν κριῷ πράττει τάδε.
ὃν εἶλε ποιμήν. παῖς δʼ ἐφώνει τοῦτό τι·
,,ἐμοὶ κολοιός, ἀετὸς δʼ αὑτῷ πέλει. “
Πῆξεν χελιδὼν νοσσιὰν κριτηρίου
ὕπερθεν, ἧσπερ τὴν γονὴν βλάπτει δράκων.
ἣ δʼ αὖτʼ ἔφησεν ,,ὦ πολυστόνου τύχης,
ὅπουπερ ἐκδίκησις, ἐβλάβην μόνη. “
Περῶν ποταμὸν φόρτον ἦγ’ ἁλῶν ὄνος,
ἐν ᾧπερ ὡς πέπτωκε, κουφισθῇ βάρους.
σπόγγων δʼ ἔπειτα πλῆθος οὗτος ὡς φέρεν,
πεσὼν ἑκοντὶ δυστυχῶς ἀπεπνίγη.