Ancient Greek · ~7 min
Book 3, II Tetrasticha a versificatoribus recentioris aetatis conglutinata., lines 3.13-3.25
Babrius, Fabulae Aesopeae 3.13-25
Not analysed yet
Νεβρὸν λέων ἕλκοντες ἄρκτος τʼ ἐλάφου
ἔκειντο πρὸς γῆν. τοῦτο δʼ εὐθὺς ὡς ἔγνω,
ὤμοις ἀλώπηξ οἶσεν ἄρασα κρέα.
ἤχθοντο δʼ οὗτοι τῶν πόνων στερούμενοι.
Ποιμήν ποτʼ αἰξὶν ἀγρίαις βρῶσιν φέρων
κατημέλησεν ὧνπερ εἶχεν ἀφρόνως
χειμῶνος ὥρᾳ. καὶ παρούσης αἰθρίας
φθορὰν ἔφευγον μὴ πάθωσιν ἡμέρων.
Πέπτωκε κερδὼ πρὸς βαθύκρημνον φρέαρ.
πρὸς ὃ τράγος κάτεισι διψῶν ἀσκόπως.
ὑφʼ οὗπερ αὐτὴ τοῦ βάθους σεσωσμένη
ἐκερτόμησεν ὡς ἄνουν πωγωνίαν.
Ποικίλμασιν καυχᾶτο πάρδαλις πάλαι·
νπερ κατηυτέλιζε κερδὼ τοῦ θράσους,
ταύτης ἑαυτὴν οὖσαν ἐξῃρημένην
ὡς μὴ τὸ σῶμα, τὴν δὲ ψυχὴν ποικίλην.
Φεύγουσα θηρεύοντας ἔλαφος πάλαι
θηρὶ προσεμπέπτωκεν ἀγριωτάτῳ.
ὑφʼ οὗ σχεθεῖσα ταῦτʼ ἔλεξε σὺν γόῳ·
,,πῶς ἄνδρας ἐκφεύγουσα †θηρὸς ὠλόμην; “
Γεωργὸς ὤπτα κοχλίας ἀριστῆσαι.
ὧνπερ ἠχούντων καὶ πηδώντων ὅδʼ ἔφη
μἄθλια ὄντως καὶ μῶρα ὑμεῖς ζῶα,
ὅτι τῶν οἴκων καιομένων ὀρχεῖσθε
Ζῆλος ἦν ἀλέκτορσι περὶ ὀρνίθων·
ὁ νενικηκὼς κέκραγεν ἐπὶ τοίχου.
αἴφνης δʼ ἀετὸς τὸν αὐτὸν καθαρπάσας,
ὁ δαρεὶς ἐπέβαινε θηλείαις μόνος.
Ἴον δύο βάτραχοι πρὸς βαθὺν λάκκον,
τῆς λίμνης αὐτῶν τοῦ θέρους ξηρανθείσης.
ὧν ὃ μὲν ἐβούλευε πηδᾶν ἐξαίφνης,
ὃ δʼ ἔλεγεν ,,οὔ· μὴ ξηρανθῇ καὶ τοῦτο. “
Ξύλα τις κόψας γέρων ἐξ ὄρους ἦγε
καὶ ταῦτʼ ἀποθέμενος τὸν Μόρον ᾔτει.
ὃ δ εὐθὺς ἐνστὰς ἔφησε ,,τί καλεῖς με; “
ὁ γέρων εἶπεν ,,ἵνα τὸν φόρτον ἄρῃς. “
Ξηρᾶς χλόην γῆς ἐπιθυμῶν καρκίνος,
ἀλώπηξ λιμώττουσα τοῦτον λαμβάνει·
καὶ μέλλων θνήσκειν, μεταμελῶν ἐθρήνει,
πῶς τῆς θαλάσσης ἐξῆλθε μετοικήσας.
Ὄνος, λεοντῆν ἐνδυσάμενος πάλαι,
πάντας θεριστὰς ἐξέπληττε τῷ φόβῳ·
λαῖλαψ δὲ ταύτην ἀπορρίψασʼ ἐκ τούτου,
ῥοπάλοις αὐτὸς ἀπεκτάνθη κακίστως.
Ὄρνιν νοσοῦσαν εὑρὼν αἴλουρος πάλαι
ταύτην ἠρώτα ,,πῶς ἔχεις; “ἣ δὲ ἔφη
,,εἰ σὺ ἀπέλθῃς, ἐγὼ καλῶς διάξω,
ὁρῶσα δέ σε πυρπολοῦμαι τὰ ἔνδον. “
Ὄντος κρύους τέττιγι μύρμηξ ἐπῄτει·
ὃ δὲ ,,τοῦ θέρους“ ἔφησε ,,τί ἐποίεις; “
ὃ δʼ ἀντέφησε ,,τότε λιγέως ᾖδον. “
χειμῶνος ὀρχοῦ,“ φησί ,,μὴ τροφῆς ἔρα. “