Ancient Greek · ~7 min
Book 3, I Ignatii Diaconi eiusque imitatorum tetrasticha iambica., lines 3.24-3.35
Babrius, Fabulae Aesopeae 3.24-35
Not analysed yet
Ἤιτει λαβεῖν ἀγροῖκον ἱππότης λαγών.
λαβὼν δὲ χερσὶ τοῦτον ἠρώτα ,,πόσου; “
καὶ πῶλον ἐξήλαυνεν. ἀγροῖκος δʼ ἔφη
,,μὴ σπεῦδε· σοὶ δώρημα τοῦτον προσφέρω. “
Βέβλητό τις πρὸς στῆθος ἀετὸς βέλει
ἀλγῶν δὲ λοιπὸν ἧστο πολλὰ δακρύων.
βλέπων δʼ ὀϊστὸν εἶπεν ἐπτερωμένον
,,πταπαῖ, πτερόν με τὸν πτερωτὸν ὀλλύει. “
Δειλὸς κυνηγὸς πρός τινʼ εἶπε ποιμένα
,,εἴ που λέοντος ἴχνος εἶδές μοι φράσον· “
σοὶ τοῦτον,“ εἶπεν ,,εἰ θέλεις, δείξω πέλας. “
χνῶν· “κυνηγὸς εἶπεν ,,οὐ ζητῶ πλέον. “
Εἰσδῦσα κερδὼ πρὸς δρυὸς κοίλης βάθος
εὕρισκε δαῖτα ποιμένος, καὶ δὴ φάγεν,
ὡς μὴ προκύπτειν ἐκ πάχους. εἶπεν δέ τις
,θέλεις προελθεῖν; ὥσπερ ἤλυθες γίνου· “
Βοὸς φαγὼν παῖς εἰς ἑορτὴν ἔγκατα
ἤμει κεκληγώς ,,σπλάγχνα, μῆτερ, ἐκχέω. “
ἣ δʼ αὖ γελῶσά φησι ,,μὴ φοβοῦ, τέκνον,
τῶν σῶν γὰρ οὐδέν, ἀλλʼ ἐμεῖς ἀλλότρια. “
Ἀλλοτρίοις πτεροῖσιν ἠμφιεσμένος
ηὔχει κολοιὸς ὀρνέων ὑπερφέρειν.
πρώτη δὲ δῶρον ἡ χελιδὼν ἡρπάκει,
μεθʼ ἣν ἅπαντες· εἶτα γυμνὸς εὑρέθη.
Εἰς λαιμὸν ὀστοῦν ἐμπεπήγει τοῦ λύκου.
μισθοῦ δʼ ἑλὼν γέρανος ᾔτει τὴν χάριν.
,σῶον τράχηλον ἐξ ἐμοῦ λαιμοῦ φέρων
μὴ δῶρον ἄλλο· “φησί ,,πλὴν τοῦτο σκόπει. “
Πύργου προκύπτωρ ἀρνὸς ἔσκωπτεν λύκον,
ὡς αἰσχρόν, ὡς κάκιστον, ὡς μεστὸν φθόνου.
ἄνω δὲ βλέψας φησίν ,,οὐ σκώπτεις σύ με,
πύργος δʼ, ὃς ὁπλίζει σε πρὸς μέγα θράσος. “
Ἤλαυνε ταῦρον ἐξ ἑῆς κοίτης τράγος,
ὃν θὴρ λέων δίωκεν. εἶπε δὲ στένων
εἴπερ με μὴ λέοντος ἐπτόει φόβος,
ἔγνως ὅσον ταύρου τε καὶ τράγου σθένος. “
Λύκος πρὸς ἄρνα φησίν ,,οὐ πρόσθεν σύ μοι
ὕδωρ τάραττες; “,,ἄρτι γαστρὸς ἐξέφυν,
καὶ πῶς ὕδωρ ταράττον; ἀγνοῶ πότε
,,ἐπεὶ λέγεις δίκαια, πάγκακος πέλεις. “
,,Ὀρθῶς βαδίζειν,“ εἶπε καρκίνος ,,τέκνον,
μὴ δή γε λοξῶς τὴν ὁδὸν παρατρέχειν· “
,,πρόελθε, μῆτερ, καὶ καθηγοῦ τοῦ τέκνου,
κἀγὼ βλέπων ἕψοιμι πρὸς τὰς σὰς τρίβους.
Ῥάβδῳ κατῆξεν αἰγὸς αἰπόλος κέρας·
ᾖ προσπεσὼν ἐδεῖτο δακρύων μέγα
,,μὴ δῆτα φήσῃς ταῦτα πρὸς τὸν δεσπότην. “
ἣ δʼ αὖ γέ φησι ,,πλεῖον ἠχήσει κέρας. “