Ancient Greek · ~7 min
Book 3, I Ignatii Diaconi eiusque imitatorum tetrasticha iambica., lines 3.36-3.47
Babrius, Fabulae Aesopeae 3.36-47
Not analysed yet
Ὤμοις ὄνος παρῆγεν ἀργυροῦν βρέτας
Φοίβου, τόπερ πᾶς προσκυνῶν πίπτεν κάτω.
τύφῳ δʼ ἐπαρθείς, μὴ θέλων μένειν ὄνος,
ἤκουσεν ,οὐ θεὸς σύ, τὸν θεὸν δʼ ἄγεις. “
Ἔτικτε χρυσοῦν ὠὸν ὄρνις εἰς ἅπαν.
καί τις πλανηθεὶς χρυσεραστὴς τὴν φρένα
ἔκτεινε ταύτην, χρυσὸν ὡς λαβεῖν πλέον.
ἐλπὶς δὲ μείζων δῶρον ὤλεσεν τύχης.
Λέοντα δορκὰς ὡς ἴδεν μεμηνότα,
,,ὦ μοῖρα θηρῶν“ εἶπεν ,,ἀθλιωτάτη·
εἰ σωφρονῶν γὰρ δυσκάθεκτος ἦν λέων,
πῶς οὐ μανεὶς δράσειε μεστὰ δακρύων; “
Ἀνὴρ γαλῆν γυναῖκα πρὸς δόμους ἄγεν·
παρῆν δὲ Κύπρις εἰς ἑορτὴν τοῦ γάμου.
νύμφη δὲ μῦν βλέψασα συντόνῳ τάχει
δίωκε τοῦτον, μὴ τραπεῖσα τὴν φύσιν.
Νωθὴς χελώνη σὸν πτεροῖς ᾔτει δρόμον.
ὑψοῦ δὲ ταύτην αἰετὸς συναρπάσας
ἔρριψε πέτραις καὶ θλάσεν. μόλις δʼ ἔφη
,,κρεῖσσον βάρος μοι μᾶλλον ἢ πτερῶν τάχος. “
Ἄγρην ὄνῳ μέριζε καὶ κερδοῖ λέων.
πτρώτην μέν“ εἶπε ,,μοῖραν ὡς νομεὺς ἔχω,
τὴν δευτέραν δέ“ φησίν ,,ὡς ἄναξ φέρω,
τρίτης δʼ ὃς ἂν ψαύσειεν, ἔργῳ μανθάνοι. “
Χηλῇ βοὸς πατεῖτο βατράχου τέκος.
ὀργῇ δὲ μήτηρ εἶπεν ,,†ἦν θλάσας τόσος; “
καὶ τέκνον ἄλλο φησί ,,κἄν ῥαγῇς ὅλη,
πρὸς οὐδὲν αὐτῷ, μῆτερ, ἐμφερὴς ἔσῃ. “
Ὄφιν θέλων τις ἀντʼ ὀλέθρου παιδίου
πλήττειν, πέτραν ἔσχιζε καὶ φιλεῖν θέλεν.
ὄφις δέ φησι ,,πῶς γένοιντο συμβάσεις,
ἕως σὺ τύμβον καὶ πέτραν ἐγὼ βλέπω; “
Θανεῖν ἔθεντο πτῶκες ἢ ζῆν ἐν βίῳ,
ὡς εὐτελεῖς, ὡς ὄντες ἀδρανεῖς ἄγαν.
λίμνῃ δʼ ἑαυτοὺς ἐμβαλεῖν ἠπειγμένοι
ἔσχον, φυγόντων βατράχων, θάρσος μέγα.
Δρῦν ἦγε ῥεῖθρον πνεύμασιν βεβλημένην·
αὕτη δʼ ἕλιξι καὶ δόναξι πεύθετο,
πῶς εἰσιν ὁρθοί. ,,πνεύμασιν δουλούμεθα·
πτῶσις δʼ ἐκείνων ἐστὶν ἡμῶν ἡ στάσις. “
Πρὸς τοξικὴν ἤριζε πατρὶ Λοξίας,
ἀπʼ ἀντολῶν δʼ ἔπεμπεν εἰς δύσιν βέλος·
ὁ Ζεὺς δὲ τοῦτον εἰς τοσοῦτον προφθάσας
ἔφη στραφείς ,,ὦ τέκνον, εἰπέ, ποῦ βάλω· “
Ἤριζε Βορρᾶς Ἡλίῳ καιρῷ κρύους,
τίς ἄνδρα γυμνώσειε πρῶτον ἀμφίων.
Βορρᾶς μὲν ἔπνει, σφίγγε δʼ ὁ τλήμων ῥάκη·
θαλφθεὶς δὲ λοιπὸν δῶκε πέπλους Ἡλίῳ.