Ancient Greek · ~2 min
Ι. ΕΠΗ ΚΑΙ ΕΛΕΓΕΙΑ, II. ΙΑΜΒΟΙ
Babrius, Fabulae Aesopeae 8
Not analysed yet
Αἴσωπός ὁ λογοποιὸς σχολὴν ἄγων εἰς ναυπήγιον εἰσῆλθεν. τῶν δὲ ναυπηγῶν σκωπτόντων τε αὐτὸν καὶ ἐκκαλουμένων εἰς ἀπόκρισιν (e), Αἴσωπος ἔλεγε „τὸ παλαιὸν χάος τε καὶ ὕδωρ γενέσθαι, τὸν δὲ Δία νοούμενον καὶ τὸ γῆς στοιχεῖον ἀναδεῖξαι παραινέσαι αὐτῇ ὅπως ἐπὶ τρὶς ἐκροφήσῃ τὴν †θάλασσαν· κἀκείνη ἀρξαμένη τὸ μὲν πρῶτον τὰ ὄρη ἐξέφηνεν· ἐκ δευτέρου δὲ ἐκροφήσασα καὶ τὰ πεδίʼ ἀπεγύμνωσεν· εἰ δὲ δόξειεν καὶ τὸ τρίτον αὐτῇ πάντοθʼ ἐκπιεῖν ὕδωρ, ἄχρηστος ὑμῖν ἡ τέχνη γενήσεται. “